Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.49 Dem. 25.52 (English) >>Dem. 25.55

25.51σκοπεῖτε γάρ. εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι. τούτων ἕκαστος ἕν γέ τι πράττων κατὰ τὴν ἀγορὰν περιέρχεται, ἤτοι νὴ τὸν Ἡρακλέα τῶν κοινῶν τῶν ἰδίων. ἀλλʼ οὐχ οὗτος οὐδέν, οὐδʼ ἂν ἔχοι δεῖξαι πρὸς ὅτῳ τὸν βίον ἐστὶ τῶν μετρίων καλῶν. οὐχὶ τῶν πολιτικῶν ἀγαθῶν ἐπʼ οὐδενὶ τῇ ψυχῇ διατρίβει· οὐ τέχνης, οὐ γεωργίας, οὐκ ἄλλης ἐργασίας οὐδεμιᾶς ἐπιμελεῖται· οὐ φιλανθρωπίας, οὐχ ὁμιλίας οὐδεμιᾶς οὐδενὶ κοινωνεῖ· 25.52ἀλλὰ πορεύεται διὰ τῆς ἀγορᾶς, ὥσπερ ἔχις σκορπίος ἠρκὼς τὸ κέντρον, ᾄττων δεῦρο κἀκεῖσε, σκοπῶν τίνι συμφορὰν βλασφημίαν κακόν τι προστριψάμενος καὶ καταστήσας εἰς φόβον ἀργύριον εἰσπράξεται. οὐδὲ προσφοιτᾷ πρός τι τούτων τῶν ἐν τῇ πόλει κουρείων μυροπωλίων τῶν ἄλλων ἐργαστηρίων οὐδὲ πρὸς ἕν· ἀλλʼ ἄσπειστος, ἀνίδρυτος, ἄμεικτος, οὐ χάριν, οὐ φιλίαν, οὐκ ἄλλʼ οὐδὲν ὧν ἄνθρωπος μέτριος γιγνώσκων· μεθʼ ὧν δʼ οἱ ζωγράφοι τοὺς ἀσεβεῖς ἐν ᾍδου γράφουσιν, μετὰ τούτων, μετʼ ἀρᾶς καὶ βλασφημίας καὶ φθόνου καὶ στάσεως καὶ νείκους, περιέρχεται. 25.53εἶθʼ ὃν οὐδὲ τῶν ἐν ᾍδου θεῶν εἰκός ἐστιν τυχεῖν ἵλεων, ἀλλʼ εἰς τοὺς ἀσεβεῖς ὠσθῆναι διὰ τὴν πονηρίαν τοῦ βίου, τοῦτον ὑμεῖς ἀδικοῦντα λαβόντες οὐ μόνον οὐ τιμωρήσεσθε, ἀλλὰ καὶ μειζόνων ἀξιώσαντες δωρειῶν ἀφήσετʼ τοὺς εὐεργέτας; τίνι γὰρ πώποθʼ ὑμεῖς ἔδοτε, ἐὰν ὄφλῃ τι τῷ δημοσίῳ, τοῦτο μὴ καταθέντι τῶν ἴσων μετέχειν; οὐδενί. μὴ τοίνυν μηδὲ τούτῳ δῶτε νῦν, ἀλλὰ τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.49 Dem. 25.52 (English) >>Dem. 25.55

Powered by PhiloLogic